|

ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις
Κ' Φεβρουαρίου 2005, του Τελώνου και του Φαρισαίου
ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ
ἔχων ἡμέρας κη', εἰ δέ ἐστι Δίσεκτος, κθ'.
Ἡ ἡμέρα ἔχει ὥρας ια' καὶ ἡ νύξ ὥρας ιγ'.
20 ΚΥΡΙΑΚΗ (ΙΣΤ' ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ
ΦΑΡΙΣΑΙΟΥ, ἥ τις ἐστὶν ἡ τελευταία τῆς ἀνακυκλήσεως τῶν εὐαγγελικῶν
ἀναγνωσμάτων, ἀφ' ἧς ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουργικῷ βιβλίῳ
τοῦ Τριωδίου περιεχόμενοι ὕμνοι. Τῶν ἐν ἁγίοις πατέρων ἡμῶν Λέοντος
ἐπισκόπου Κατάνης (+780), τοῦ θαυματουργοῦ, καὶ Ἀγάθωνος πάπα Ρώμης. Τοῦ
ἁγίου Ἱερομάρτυρος Σαδὼκ ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ 128 μαρτύρων τῷν ἐν
Περσίᾳ.
Τῶν ἁγίων Μαρτύρων· Διδύμου καὶ Ποταμίου. [Εὐτροπίου] καὶ Νεμεσίου τοῦ
Κυπρίου. Τοῦ ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ Κάλφα (+1575). Τῶν Ὁσίων·
Κινδέου, ἐπισκόπου Πισιδίας, Ἀνιανοῦ, Βησσαρίωνος τοῦ θαυματουργοῦ καὶ
Πλωτίνου. Ἦχος πλ. α', ἑωθινὸν ε'.
Ἄρχεται τὸ Τριώδιον
Ἑσπερινός.
-
Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').
-
Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").
-
Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).
-
Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε.
-
Στιχηρά· Ἀναστάσιμα ζ', καὶ τοῦ
Τριωδίου ἰδιόμελα β', Μὴ προσευξώμεθα, καὶ Φαρισαῖος κενοδοξίᾳ,
δευτεροῦντες τὸ α'.
-
Δόξα, Παντοκράτορ Κύριε.
-
Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.
-
Εἴσοδος. Φῶς ἱλαρόν.
-
Προκείμενον τῆς ἡμέρας.
-
Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").
-
Ἡ
Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα, καὶ νῦν,
Θεοτοκίον. Οἱ συνήθεις εὐχὲς τῆς Λιτῆς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...,
Κύριε ἐλέησον (μ' καὶ γ'),... και εἰσερχόμεθα ἐν τῷ ναῷ.
-
Εἰς τὸν Στίχον ἐκ τῆς Ὀκτωήχου· τὸ ἀναστάσιμον Στιχηρὸν καὶ
γ' στιχηρὰ ἐκ τῶν κατ' ἀλφάβητον [Παρακλητική].
-
Δόξα, Βεβαρημένων τῶν ὀφθαλμῶν μου.
-
Καὶ νῦν, Θεοτοκίον Ναὸς καὶ πύλη ὑπάρχεις.
-
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.
-
Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον ἅπαξ, Δόξα, καὶ νῦν, τὸ Θεοτοκίον
αὐτοῦ.
-
Ἀπόλυσις.
Ἰστέον ὅτι τὴν Ἀκολουθίαν τοῦ ἐν
τῇ παρούσῃ Κυριακῇ ἐπιλαχόντος Ἁγίου ψάλλομεν τῇ παρελθούσῃ Παρασκευῇ εἰς τὸ
Ἀπόδειπνον, εἰ μήπου τύχῃ μεγάλου Ἁγίου μνήμη.
Ὄρθρος
-
Οἱ
Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...
-
Ὁ
Ἐξάψαλμος.
-
Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").
-
Εἰς
τὸ Θεὸς Κύριος· Ἀπολυτίκιον ἀναστάσιμον δίς, καὶ
τὸ Θεοτοκίον ἅπαξ.
-
Ἡ
Στιχολογία τοῦ Ψαλτηρίου:
-
Τὸ
Β' Κάθισμα (αὕτη ἡ α' στιχολογία).
-
Μετὰ τὴν α' στιχολογίαν,
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Κάθισμα
ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.
-
Γ' Κάθισμα (αὕτη ἡ β' στιχολογία).
-
Μετὰ τὴν β' στιχολογίαν,
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Κάθισμα
ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.
-
Ὁ
Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).
-
Τὰ
Ἀναστάσιμα Εὐλογητάρια.
-
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Ἡ
Ὑπακοὴ τοῦ Ἤχου.
-
Οἱ
Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.
-
Τὸ
Πᾶσα πνοή.
-
Εὐαγγέλιον ἑωθινὸν ἀναστάσιμον.
-
Ἀνάστασιν Χριστοῦ θεασάμενοι.
-
Ὁ
Ν' Ψαλμός εἰς ἦχον πλ. δ᾿.
-
Δόξα, Τῆς μετανοίας ἄνοιξόν μοι. Καὶ νῦν Θεοτοκίον Τῆς
σωτηρίας εὔθυνόν μοι. Εἶτα στίχ. Ἐλέησόν με ὁ Θεός, καὶ τὸ
ἰδιόμελον Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν.
-
Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...
-
Κανόνες, ὁ ἀναστάσιμος εἰς δ',
ὁ σταυροαναστάσιμος εἰς β', τῆς Θεοτόκου εἰς β',
καὶ τοῦ Τριωδίου εἰς ς' [Οὐ στιχολογεῖται δὲ Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ
μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι Καταβασίαι,
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
-
[Δ.Ε.Ε.: ὁ ἀναστάσιμος μετὰ τῶν
εἰρμῶν εἰς 4, καὶ τοῦ Τριωδίου ἄνευ τῶν εἰρμῶν 4]
-
Μετὰ τὴν γ' ᾠδὴν (δηλ. μετὰ τὴν Καταβασία τῆς γ'
ᾠδῆς), Μικρὴ Συναπτή ("Αἴτησις"), Κοντάκιον
καὶ Οἶκος ἀναστάσιμα. Κάθισμα τοῦ Τριῳδίου, Δόξα ἕτερον, Καὶ νῦν Θεοτοκίον.
-
Ἀφ'
ἕκτης ᾠδῆς (δηλ. μετὰ τὴν Καταβασία τῆς ς' ᾠδῆς), κοντάκιον
τοῦ Τριωδίου Φαρισαίου φύγωμεν, καὶ τὸ ἕτερον Στεναγμοὺς προσοίσωμεν
καὶ ὁ οἶκος.
-
Συναξάριον τοῦ Μηναίου καὶ εἶτα τοῦ Τριῳδίου.
-
Ἡ
Τιμιωτέρα.
-
Ἡ
θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς καὶ ἡ Αἴτησις
(Μικρὴ Συναπτή).
-
Ἅγιος Κύριος, Ἐξαποστειλάριον, τὸ ἀναστάσιμον, τὸ τοῦ Τριῳδίου καὶ τὸ Θεοτοκίον.
-
Εἰς
τοὺς Αἴνους· στιχηρὰ ἀναστάσιμα δ', καὶ τοῦ
Τριωδίου ἰδιόμελα δ' λέγοντες εἰς τὰ δύο τελευταία τοὺς συνήθεις στίχους, ἤτοι
α' Ἀνάστηθι Κύριε ὁ Θεός μου, καὶ β' Ἐξομολογήσομαί Σοι Κύριε.
-
[Δ.Ε.Ε.: στιχηρὰ ἀναστάσιμα 5
καὶ τοῦ Τριῳδίου ἰδιόμελα 3]
-
Δόξα· Ταῖς ἐξ ἔργων καυχήσεσι.
-
Καὶ
νῦν, Ὑπερευλογημένη ὑπάρχεις.
-
Δοξολογία μεγάλη.
-
Ἀναστὰς ἐκ τοῦ μνήματος, εἰς ἤχον πλ. δ'. [Δές π.χ. ΣΥΛ. σ. 86]
-
[Δ.Ε.Ε.: Σήμερον σωτηρία]
Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ
Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
Εἴδησις. Ἰστέον, ὅτι ἐν
ὅλῃ τῇ ἐφεξῆς ἑβδομάδι γίνεται κατάλυσις εἰς πάντα (Ὠρολόγιον τὸ
Μέγα, σ. 514).
Σημειώσεις:
-
Ὁ Ἅγιος Λέων ἐπίσκοπος Κατάνης, ἀπὸ τὴν ἀκολουθία του ὡς εὐρίσκεται στὸ Μηναῖον,
θεωρεῖται Μὴ ἑορταζόμενος Ἅγιος.
-
Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου
Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ
αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος
τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ
τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως
διατάσσεται.
-
Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ
τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων
στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ',
στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ',
λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται
μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ'
τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ'
τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.
* *
*
Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.
Παναγιώτης Δ. Παπαδημητρίου
20/02/2005 |