|

ΤΥΠΙΚΟΝ
Τυπικὴ Διάταξις
Τυπικόν - ΙΗ' Δεκεμβρίου 2005 - Κυριακή προ της
Χριστού Γεννήσεως - Ήχος α', εωθινόν δ'.
ΜΗΝ
ΔΕΚΕΜΒΡΙΟΣ
ἔχων ἡμέρας λα'.
Ἡ ἡμέρα ἔχει ὥρας θ' καὶ ἡ νὺξ ὥρας
ιε'.
18
ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ, ἐν ᾗ μνήμην ἐπιτελοῦμεν πάντων τῶν
ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσήφ τοῦ μνήστορος τῆς
Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς
ἱστορικῶς ἠριθμήσατο· ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων. Τῶν
Ἁγίων· Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ, Ζωῆς, Τραγκυλίνου, Νικοστράτου,
Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου Μαρτύρων
(+287), Ευβιότου Μάρτυρος, Φλώρου Ἐπισκόπου Ἀμινσοῦ, Φωκᾶ καὶ Ἑρμύλου
Μαρτύρων, Ζακχαίου διακόνου καὶ Ἀλφειοῦ ἀναγνώστου Μαρτύρων, Μιχαὴλ
Συγκέλλου, τοῦ Ὁμολογητοῦ, Μοδέστου Ἀρχιεπισκόπου Ἰεροσολύμων Ἱερομάρτυρος
(+389). Ἦχος α', ἑωθινόν δ' (τὴν ἀκολουθίαν ζήτει ἐν τῷ Μηναίῳ μετὰ τὴν
17ην Δεκεμβρίου).
(περίπτωση Ι στο [Τ.Γ.Ρ], σ. 363: "Ἐὰν ἡ
παροῦσα Κυριακὴ τύχῃ πρὸ τῆς κ' τοῦ μηνός, ἤτοι τῇ ιη' ἢ τῇ ιθ' τοῦ μηνός,
ἡ προεόρτιος ἀκολουθία οὐ ψάλλεται, ἀλλὰ μόνη ἡ ἀκολουθία τῶν ἁγίων
πατέρων μετὰ τῆς ἀναστασίμου")
Ἑσπερινός.
-
Μετὰ τὴν ἀπόλυσιν τῆς Θ' Ὥρας,
ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.
-
Δεῦτε προσκυνήσωμεν.
-
Ὁ Προοιμιακός Ψαλμός (Ψαλμός ργ').
-
Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").
-
Τὸ Α' Κάθισμα τοῦ Ψαλτηρίου (ὅλο).
-
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Κύριε ἐκέκραξα, Κατευθυνθήτω, Θοῦ Κύριε, μέχρι Ἐξάγαγε ἐκ
φυλακῆς (Ψαλμοί ρμ', ρμα', ρκθ', ρις')
-
Στιχηρά· Ἀναστάσιμα ς' καὶ τῶν πατέρων Τὰ τῶν πατέρων
σήμερον πιστοί δ'.
-
Δόξα, Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν.
-
Καὶ νῦν τὸ α' Θεοτοκίον τοῦ ἤχου.
-
Εἴσοδος. Φῶς ἱλαρόν.
-
Προκείμενον τῆς ἡμέρας (μετὰ τῶν Στίχων αὐτοῦ).
-
Τὰ Ἀναγνώσματα.
-
Ἡ Ἐκτενής, Καταξίωσον, Κύριε, καὶ ἡ Δέησις ("τὰ Πληρωτικά").
-
Ἡ
Λιτή ἐν τῷ Νάρθηκι· τὸ ἰδιόμελον στιχηρὸν τοῦ
Ἁγίου τῆς μονῆς [τοῦ ἱ. ναοῦ]. Δόξα,
Βολίδες ἀστράπτοντες. Καὶ νῦν Θεοτοκίον Ἁμαρτωλῶν τὰς δεήσεις
(ζήτει ἐν τῇ Παρακλητικῇ: Ἦχος α', Δευτέρα Ἑσπέρας). Εἶτα αἱ αἰτήσεις· Σῶσον ὁ Θεὸς
τὸν λαόν σου..., Κύριε ἐλέησον (μ' καὶ γ'),... . Καὶ εἰσερχόμεθα ἐν τῷ ναῷ.
-
Εἰς τὸν Στίχον, τὸ ἀναστάσιμον τοῦ ἤχου καὶ τὰ κατ'
ἀλφάβητον.
-
Δόξα, Χαίρετε προφῆται τίμιοι.
-
Καὶ νῦν, Ὢ θαύματος καινοῦ.
-
Νῦν ἀπολύεις. Τρισάγιον.
-
Ἀπολυτίκια· Τὸ Ἀναστάσιμον, Δόξα, Μεγάλα τὰ τῆς
πίστεως. Καὶ νῦν, Πάντα ὑπὲρ ἔννοιαν.
-
Ἀπόλυσις.
Ὄρθρος
-
Μετὰ τὴν ἀπόλυσιν τοῦ
Μεσονυκτικοῦ, ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.
-
Δεῦτε προσκυνήσωμεν.
-
Οἱ
Ψαλμοί ιθ' καὶ κ', Τρισάγιον, Σῶσον, Κύριε, τὸν λαόν Σου,...
-
Ὁ
Ἐξάψαλμος.
-
Μεγάλη Συναπτή (τὰ "Εἰρηνικά").
-
Εἰς
τὸ Θεὸς Κύριος·
τὸ Ἀναστάσιμον ἀπολυτίκιον, Δόξα, Μεγάλα τὰ τῆς
πίστεως. Καὶ νῦν, Πάντα ὑπὲρ ἔννοιαν.
-
Ἡ
Στιχολογία τοῦ Ψαλτηρίου:
-
Τὸ
Β' Κάθισμα τοῦ Ψαλτηρίου (αὕτη ἡ α' στιχολογία).
-
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Κάθισμα
ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.
-
Τὸ
Γ' Κάθισμα τοῦ Ψαλτηρίου (αὕτη ἡ β' στιχολογία).
-
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Κάθισμα
ἀναστάσιμον, Δόξα ἕτερον ἀναστάσιμον, Καὶ νῦν τὸ Θεοτοκίον.
-
Ὁ
Ἄμωμος εἰς στάσεις γ' (τὸ ΙΖ' Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι ὁ ριη' Ψαλμός).
-
Τὰ
Ἀναστάσιμα Εὐλογητάρια.
-
Μικρὴ Συναπτή ("Αἴτησις").
-
Ἡ
Ὑπακοὴ τοῦ Ἤχου.
-
Οἱ
Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ Ἤχου.
-
Τὸ
Πᾶσα πνοή (μετὰ τοῦ Στίχου).
-
Τὸ Ἑωθινὸν ἀναστάσιμον
Εὐαγγέλιον.
-
Ἀνάστασιν Χριστοῦ θεασάμενοι.
-
Ὁ
Ν' Ψαλμός (ψαλλομένου τοῦ Ν' Ψαλμοῦ γίνεται
ὁ ἀσπασμὸς τοῦ Εὐαγγελίου).
-
Δόξα, Ταῖς τῶν Ἀποστόλων. Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου. Εἶτα στίχ.
Ἐλέησόν με ὁ Θεὸς καὶ τὸ πεντηκοστάριον Ἀναστὰς ὁ Ἰησοῦς.
-
Σῶσον ὁ Θεὸς τὸν λαόν Σου..., Κύριε ἐλέησον (ιβ').
-
Ο κανὼν τῶν πατέρων μόνον, Κύματι θαλάσσης,
μετὰ τῶν εἱρμῶν εἰς ιδ'. Ἤτοι τὸν εἱρμὸν δίς, τὸ
πρῶτον τροπάριον (ὅπερ ἐστὶν ἀναστάσιμον) δίς, καὶ τὰ λοιπὰ τροπάρια τῶν
πατέρων εἰς ι' [Οὐ στιχολογεῖται Τῷ Κυρίῳ ἄσωμεν εἰ μὴ
μόνον οἱ ιβ' στίχοι ἐξ ἑκάστης ᾠδῆς]. Μεθ' ἑκάστην ᾠδὴν αἱ διατεταγμέναι
Καταβασίαι Χριστὸς γεννᾶται.
-
Ἀπὸ
γ' ᾠδῆς, Μικρὴ Συναπτή ("Αἴτησις"),
ἡ ὑπακοὴ Ἄγγελος παίδων, τὸ ἀναστάσιμον Κοντάκιον καὶ ὁ Οἶκος.
-
Ἀφ'
ἕκτης ᾠδῆς, κοντάκιον τῶν πατέρων Χειρόγραφον εἰκόνα,
καὶ ὁ Οἶκος.
-
Τὸ
Συναξάριον τοῦ Μηναίου (τὸ τῆς 18ης τοῦ μηνὸς, καὶ τὸ τῆς Κυριακῆς πρὸ
τῆς Χριστοῦ Γεννήσεως).
-
Ἡ
Τιμιωτέρα στιχολογεῖται (μετὰ τὴν η' ᾠδὴν καὶ τὴν Καταβασίαν αὐτῆς).
-
Ἡ
θ΄ ᾠδὴ τῶν Κανόνων, ἡ Καταβασία αὐτῆς, καὶ ἡ Αἴτησις (Μικρὴ Συναπτή).
-
Ἅγιος Κύριος,
Ἀναστάσιμον ἐξαποστειλάριον, τῶν πατέρων Πατριαρχῶν οἱ
πρόκριτοι, καὶ τὸ Θεοτοκίον τοῦ ἀναστασίμου ἐξαποστειλαρίου.
-
Εἰς
τοὺς Αἴνους·
Πᾶσα πνοή,
Αἰνεῖτε, καὶ
ἡ
Στιχολογία τῶν Αἴνων, ἤτοι οἱ στίχοι τοῦ ὑπόλοιπου
ρμη' Ψαλμοῦ, καὶ τοῦ ρμθ' Ψαλμοῦ, μέχρι Τοῦ ποιῆσαι ἐν αὐτοῖς.
Εἶτα, στιχηρὰ ἀναστάσιμα δ' καὶ τῶν ἁγίων πατέρων δ'.
-
Δόξα· Τῶν νομικῶν διδαγμάτων.
-
Καὶ νῦν, Ὑπερευλογημένη ὑπάρχεις εἰς ἦχον β'.
-
Δοξολογία μεγάλη.
-
Σήμερον σωτηρία, εἰς ἦχον δ'.
-
Ἡ
Ἐκτενής, ἡ Δέησις ("τὰ Πληρωτικά"), καὶ Ἀπόλυσις.
Γιὰ τὶς λοιπὲς Ἀκολουθίες δὲς τὰ
Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
Σημειώσεις:
-
Ὅτε δὲ οὐ στιχολογεῖται Τῷ Κυρίῳ ᾄσωμεν, ἐν ἑκάστη ᾠδῇ ψάλλεται ὁ εἱρμὸς καὶ
τὸ ἑπόμενον τροπάριον ἄνευ στίχου, τὰ δὲ ὑπόλοιπα τροπάρια μετὰ ἀναλόγων
στίχων ἐκ τῇς ᾠδῆς, οἵτινές εἰσιν οἱ ἐξῆς: Ἐὰν μὲν ἡ ᾠδὴ γίνηται εἰς ιδ',
στίχοι λέγονται οἱ δ' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνεται εἰς ιβ',
λέγονται οἱ β' πρῶτοι καὶ οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς ι', λέγονται
μόνον οἱ η' τελευταῖοι· ἐὰν ἡ ᾠδὴ γίνηται εἰς η', λέγονται μόνον οἱ στ'
τελευταῖοι· καὶ τέλος ἐὰν ἡ ᾠδὴ γίνηται εἰς στ', λέγονται μόνον οἱ δ'
τελευταῖοι στίχοι ἑκάστης ᾠδῆς.
-
Κατὰ τὸν Ρήγα [σ. 31, Τ.Γ.Ρ.]:
Αἱ εἰς τὰς αἰτήσεις πάσας ἀπαντήσεις τῶν χορῶν διὰ τοῦ Κύριε ἐλέησον, Παράσχου
Κύριε καὶ τῶν λοιπῶν, λέγονται εἰς τὸ ὕφος καθ' ὅ λέγονται καὶ αἱ αἰτήσεις καὶ
αἱ ἐκφωνήσεις τοῦ ἱερέως ἢ διακόνου, καὶ οὐδέποτε ψάλλονται. Τοῦ κανόνος
τούτου ἐξαιροῦνται τὰ τῆς λιτῆς Κύριε ἐλέησον, τὰ ἐν τῇ παρακλήσει καὶ τὰ μετὰ
τὸ Σῶσον ὁ Θεὸς τὸν λαόν Σου ἐν τῷ ὄρθρῳ ὡρισμένα, ἅτινα ψάλλονται ὡς οἰκείως
διατάσσεται.
* *
*
Γιὰ ὁτιδήποτε λάθη βρεῖτε, παρακαλοῦμε ἐνημερώστε μας.
Παναγιώτης Δ. Παπαδημητρίου
15/12/2005 -
15/12/2005 |